Skip to content

Raw Greek Parsing Data

REV 1:7

Greek: Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ' αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.

Word Lemma Strong's Parsing
Ἰδοὺ ὁράω G3708 Aor Mid Impv 2S
ἔρχεται ἔρχομαι G2064 Pres M/P Ind 3S
νεφελῶν νεφέλη G3507 Gen Pl F
ὄψεται ὁράω G3708 Fut Mid Ind 3S
πᾶς πᾶς G3956 Nom Sg M
ὀφθαλμὸς ὀφθαλμός G3788 Nom Sg M
ἐξεκέντησαν ἐκκεντέω G1574 Aor Act Ind 3P
κόψονται κόπτω G2875 Fut Mid Ind 3P
πᾶσαι πᾶς G3956 Nom Pl F
φυλαὶ φυλή G5443 Nom Pl F
γῆς γῆ G1093 Gen Sg F

REV 6:14

Greek: καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.

Word Lemma Strong's Parsing
ἀπεχωρίσθη ἀποχωρίζω G673 Aor Pass Ind 3S
ἑλισσόμενον ἑλίσσω G1667 Pres Pass Ptcp Nom Sg N
πᾶν πᾶς G3956 Nom Sg N
ὄρος ὄρος G3735 Nom Sg N
νῆσος νῆσος G3520 Nom Sg F
ἐκινήθησαν κινέω G2795 Aor Pass Ind 3P

REV 6:16

Greek: καὶ λέγουσιν τοῖς ὄρεσιν καὶ ταῖς πέτραις Πέσετε ἐφ' ἡμᾶς καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ Ἀρνίου,

Word Lemma Strong's Parsing
Πέσετε πίπτω G4098 Aor Act Impv 2P
κρύψατε κρύπτω G2928 Aor Act Impv 2P
προσώπου πρόσωπον G4383 Gen Sg N
καθημένου κάθημαι G2521 Pres M/P Ptcp Gen Sg M
θρόνου θρόνος G2362 Gen Sg M
ὀργῆς ὀργή G3709 Gen Sg F
Ἀρνίου ἀρνίον G721 Gen Sg N

REV 6:17

Greek: ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτῶν, καὶ τίς δύναται σταθῆναι;

Word Lemma Strong's Parsing
ἦλθεν ἔρχομαι G2064 Aor Act Ind 3S
ἡμέρα ἡμέρα G2250 Nom Sg F
μεγάλη μέγας G3173 Nom Sg F
ὀργῆς ὀργή G3709 Gen Sg F
σταθῆναι ἵστημι G2476 Aor Pass Inf

REV 14:14

Greek: Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

Word Lemma Strong's Parsing
νεφέλη νεφέλη G3507 Nom Sg F
λευκή λευκός G3022 Nom Sg F
καθήμενον κάθημαι G2521 Pres M/P Ptcp Acc Sg M
ὅμοιον ὅμοιος G3664 Acc Sg M
υἱὸν υἱός G5207 Acc Sg M
ἀνθρώπου ἄνθρωπος G444 Gen Sg M
στέφανον στέφανος G4735 Acc Sg M
χρυσοῦν χρυσοῦς G5552 Acc Sg M
δρέπανον δρέπανον G1407 Acc Sg N
ὀξύ ὀξύς G3691 Acc Sg N

REV 14:19

Greek: καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ Θεοῦ τὸν μέγαν.

Word Lemma Strong's Parsing
ἔβαλεν βάλλω G906 Aor Act Ind 3S
ἐτρύγησεν τρυγάω G5166 Aor Act Ind 3S
ἄμπελον ἄμπελος G288 Acc Sg F
ληνὸν ληνός G3025 Acc Sg F
θυμοῦ θυμός G2372 Gen Sg M

REV 19:13

Greek: καὶ περιβεβλημένος ἱμάτιον βεβαμμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.

Word Lemma Strong's Parsing
περιβεβλημένος περιβάλλω G4016 Perf Pass Ptcp Nom Sg M
βεβαμμένον βάπτω G911 Perf Pass Ptcp Acc Sg N
αἵματι αἷμα G129 Dat Sg N
κέκληται καλέω G2564 Perf Pass Ind 3S
Λόγος λόγος G3056 Nom Sg M

REV 19:15

Greek: καὶ ἐκ τοῦ στόματος αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ πατάξῃ τὰ ἔθνη· καὶ αὐτὸς ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· καὶ αὐτὸς πατεῖ τὴν ληνὸν τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς τοῦ Θεοῦ τοῦ Παντοκράτορος.

Word Lemma Strong's Parsing
ῥομφαία ῥομφαία G4501 Nom Sg F
ὀξεῖα ὀξύς G3691 Nom Sg F
πατάξῃ πατάσσω G3960 Aor Act Subj 3S
ποιμανεῖ ποιμαίνω G4165 Fut Act Ind 3S
ῥάβδῳ ῥάβδος G4464 Dat Sg F
σιδηρᾷ σιδηροῦς G4603 Dat Sg F
πατεῖ πατέω G3961 Pres Act Ind 3S
ληνὸν ληνός G3025 Acc Sg F
οἴνου οἶνος G3631 Gen Sg M
θυμοῦ θυμός G2372 Gen Sg M
ὀργῆς ὀργή G3709 Gen Sg F
Παντοκράτορος παντοκράτωρ G3841 Gen Sg M

REV 16:20

Greek: καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν.

Word Lemma Strong's Parsing
πᾶσα πᾶς G3956 Nom Sg F
νῆσος νῆσος G3520 Nom Sg F
ἔφυγεν φεύγω G5343 Aor Act Ind 3S
ὄρη ὄρος G3735 Nom Pl N
εὑρέθησαν εὑρίσκω G2147 Aor Pass Ind 3P

1TH 4:16

Greek: ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,

Word Lemma Strong's Parsing
κελεύσματι κέλευσμα G2752 Dat Sg N
φωνῇ φωνή G5456 Dat Sg F
ἀρχαγγέλου ἀρχάγγελος G743 Gen Sg M
σάλπιγγι σάλπιγξ G4536 Dat Sg F
καταβήσεται καταβαίνω G2597 Fut Mid Ind 3S
ἀναστήσονται ἀνίστημι G450 Fut Mid Ind 3P

1TH 4:17

Greek: ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

Word Lemma Strong's Parsing
ζῶντες ζάω G2198 Pres Act Ptcp Nom Pl M
περιλειπόμενοι περιλείπομαι G4035 Pres Pass Ptcp Nom Pl M
ἁρπαγησόμεθα ἁρπάζω G726 Fut Pass Ind 1P
νεφέλαις νεφέλη G3507 Dat Pl F
ἀπάντησιν ἀπάντησις G529 Acc Sg F

2TH 2:1

Greek: Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν,

Word Lemma Strong's Parsing
παρουσίας παρουσία G3952 Gen Sg F
ἐπισυναγωγῆς ἐπισυναγωγή G1997 Gen Sg F

2TH 2:8

Greek: καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,

Word Lemma Strong's Parsing
ἀποκαλυφθήσεται ἀποκαλύπτω G601 Fut Pass Ind 3S
ἄνομος ἄνομος G459 Nom Sg M
ἀνελεῖ ἀναιρέω G337 Fut Act Ind 3S
καταργήσει καταργέω G2673 Fut Act Ind 3S
ἐπιφανείᾳ ἐπιφάνεια G2015 Dat Sg F
παρουσίας παρουσία G3952 Gen Sg F

2TH 1:7

Greek: καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ

Word Lemma Strong's Parsing
ἀποκαλύψει ἀποκάλυψις G602 Dat Sg F

MAT 24:30

Greek: καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·

Word Lemma Strong's Parsing
φανήσεται φαίνω G5316 Fut Pass Ind 3S
σημεῖον σημεῖον G4592 Nom Sg N
κόψονται κόπτω G2875 Fut Mid Ind 3P
πᾶσαι πᾶς G3956 Nom Pl F
φυλαὶ φυλή G5443 Nom Pl F
ὄψονται ὁράω G3708 Fut Mid Ind 3P
ἐρχόμενον ἔρχομαι G2064 Pres M/P Ptcp Acc Sg M
νεφελῶν νεφέλη G3507 Gen Pl F

MAT 24:31

Greek: καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.

Word Lemma Strong's Parsing
ἀποστελεῖ ἀποστέλλω G649 Fut Act Ind 3S
σάλπιγγος σάλπιγξ G4536 Gen Sg F
μεγάλης μέγας G3173 Gen Sg F
ἐπισυνάξουσιν ἐπισυνάγω G1996 Fut Act Ind 3P
ἐκλεκτοὺς ἐκλεκτός G1588 Acc Pl M